Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.125 Joseph. AJ 4.130 (English) >>Joseph. AJ 4.134

4.128πρόνοια γάρ ἐστιν αὐτῶν τῷ θεῷ σώζειν ἀπὸ παντὸς κακοῦ καὶ μηδὲν ἐπʼ αὐτοὺς ἐᾶσαι τοιοῦτον πάθος ἐλθεῖν, ὑφʼ οὗ κἂν ἀπόλοιντο πάντες· συμπέσοι δʼ αὐτοῖς ὀλίγα τε καὶ πρὸς ὀλίγον, ὑφʼ ὧν ταπεινοῦσθαι δοκοῦντες εἶτʼ ἀνθήσουσιν ἐπὶ φόβῳ τῶν ἐπαγαγόντων αὐτοῖς τὰς βλάβας. 4.129ὑμεῖς δʼ εἰ νίκην τινὰ πρὸς βραχὺν καιρὸν κατʼ αὐτῶν κερδᾶναι ποθεῖτε, τύχοιτʼ ἂν αὐτῆς ταῦτα ποιήσαντες· τῶν θυγατέρων τὰς μάλιστα εὐπρεπεῖς καὶ βιάσασθαι καὶ νικῆσαι τὴν τῶν ὁρώντων σωφροσύνην ἱκανὰς διὰ τὸ κάλλος ἀσκήσαντες τὴν εὐμορφίαν αὐτῶν ἐπὶ τὸ μᾶλλον εὐπρεπὲς πέμψατε πλησίον ἐσομένας τοῦ ἐκείνων στρατοπέδου, καὶ δεομένοις συνεῖναι τοῖς νεανίαις αὐτῶν προστάξατε. 4.130ἐπειδὰν δὲ κεχειρωμένους ὁρῶσι ταῖς ἐπιθυμίαις, καταλιπέτωσαν καὶ παρακαλούντων μένειν μὴ πρότερον ἐπινευέτωσαν, πρὶν ἂν πείσωσιν αὐτοὺς ἀφέντας τοὺς πατρίους νόμους καὶ τὸν τούτους αὐτοῖς θέμενον τιμᾶν θεὸν τοὺς Μαδιηνιτῶν καὶ Μωαβιτῶν σέβωσιν· οὕτως γὰρ αὐτοῖς τὸν θεὸν ὀργισθήσεσθαι. καὶ μὲν τοῦθʼ ὑποθέμενος αὐτοῖς ᾤχετο. 4.131

Τῶν δὲ Μαδιηνιτῶν πεμψάντων τὰς θυγατέρας κατὰ τὴν ἐκείνου παραίνεσιν οἱ τῶν Ἑβραίων ἁλίσκονται νέοι τῆς εὐπρεπείας αὐτῶν καὶ παραγενόμενοι εἰς λόγους αὐταῖς παρεκάλουν μὴ φθονεῖν αὐτοῖς τῆς τοῦ κάλλους αὐτῶν ἀπολαύσεως μηδὲ τῆς τοῦ πλησιάζειν συνηθείας· αἱ δʼ ἀσμένως δεξάμεναι τοὺς λόγους συνῄεσαν αὐτοῖς.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.125 Joseph. AJ 4.130 (English) >>Joseph. AJ 4.134

Powered by PhiloLogic